伊索寓言(日知古典)
上QQ阅读APP看书,第一时间看更新

第7章 鹰和屎壳郎

鹰追逐兔子。兔子正无处可以求救,这时出现了机遇。他看见一只屎壳郎,便向屎壳郎求助。那屎壳郎一面鼓励他,一面注视着鹰,要求不要抓走向他求援的兔子。鹰瞧不起小小的屎壳郎,当着屎壳郎的面把兔子吃了。屎壳郎记住了这件事情,从此总是注视着鹰巢,只要鹰一产卵,他便飞上去,推滚那些卵,使它们掉下来砸碎。鹰不得不到处躲避屎壳郎,最后逃到宙斯[2]那里,恳求给他一个安全的地方孵育小鹰。宙斯让鹰在他自己胸前的衣褶里产卵。屎壳郎见了,就滚了一个粪球,飞上天空,从那里把粪球扔进宙斯的衣褶里。宙斯站起来,想抖掉那粪球,结果无意中把那些鹰卵也一起抖掉了。据说从此以后,凡是在屎壳郎出现的季节,鹰是不孵卵的。

这则故事告诫人们,对任何人都不要藐视,因为不可能有人如此懦弱,以至于受了侮辱也不会为自己进行报复。

3.ἀετὸς καὶ κάνθαρος

ἀετὸς λαγωὸν ἐδίωκεν. ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων,ὃν μόνον ὁ καιρὸς παρέσχεν,κάνθαρον ἰδὼν τοῦτον ἱκέτευεν,ὁ δὲ παραθαρσύνας αὐτὸν ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο,παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην. κἀκεῖνος ὑπεριδὼν τῆς σμικρότητος ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. ὁ δὲ ἀπ᾽ ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί,εἴ ποτε ἐκεῖνος ἔτικτε,μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε,μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. τοῦ δὲ Διὸς ἐν τοῖς ἑαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ ὁ κάνθαρος τοῦτο ἑωρακὼς κόπρου σφαῖραν ποιήσας ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος ὡς διανέστη,ἔλαθεν ἀπορρίψας τὰ ὠά. ἀπ᾽ ἐκείνου τέ φασιν,περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται,τοὺς ἀετοὺς μὴ νεοττεύειν.

ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους,ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος,ὡς προπηλακισθεὶς μὴ δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.