第37章 好自我吹嘘的五项运动员
有个五项全能运动员每次参加比赛,都显得怯懦,从而受到人们的指责。他离开了家乡,过了一段时间后返回来,吹嘘说他在许多其他城市参加过比赛,都表现出非常顽强的气概,在罗得斯岛的跳远比赛中甚至达到任何奥林匹亚运动会优胜者都没有达到过的好成绩,并说任何一个当时在场的人只要能够前来,都可以为他作证。当时有个在场的人对他说:“喂,朋友,如果那是真的,便无需任何人为你作证:就算这里是罗得斯,你就跳吧!”
这则故事是说,对于能用事实现场证明的事情,口头证明是多余的。
33. πένταθλος κομπαστής
ἀνὴρ πένταθλος ἐπ᾽ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν ἀλαζονευόμενος ἔλεγεν,ὡς πολλὰ μὲν καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι. καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας,ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν·“ἀλλ᾽ ,ὦ οὗτος,εἰ τοῦτο ἀληθές ἐστιν,οὐδὲν δεῖ σοι μαρτύρων· αὐτοῦ γὰρ Ῥόδος καὶ πήδημα.”
ὁ λόγος δηλοῖ,ὅτι ὧν πρόχειρος ἡ δι᾽ ἔργων πεῖρα,περὶ τούτων πᾶς λόγος περιττός ἐστιν.